TLG 1258 003 :: CHARON :: Fragmenta CHARON Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 1. Paris: Didot, 1841–1870: 32–35.
Citation: Fragment — (line) | ||
t1-4 | ΠΕΡΣΙΚΑ. | |
1 | Ap. Plutarch. De malign. Herodot.: Καίτοι Χάρων ὁ Λαμψακηνὸς, ἀνὴρ πρεσβύτε‐ ρος, ἐν τοῖς περὶ Πακτύην λόγοις γενόμενος, τοιοῦτον οὐδὲν οὔτε Μιτυληναίοις οὔτε Χίοις ἄγος προστέτρι‐ | |
5 | πται, ταυτὶ δὲ κατὰ λέξιν γέγραφε· «Πακτύης δὲ ὡς ἐπύθετο προσελαύνοντα τὸν στρατὸν τὸν Περσικὸν, ᾤχετο φεύγων ἄρτι μὲν εἰς Μιτυλήνην, ἔπειτα δὲ εἰς Χίον· καὶ αὐτοῦ ἐκράτησε Κῦρος.» | |
---|---|---|
2 | Plutarch. ibidem: «Ἀθηναῖοι δὲ εἴκοσι τριήρεσιν ἔπλευσαν ἐπικουρήσοντες τοῖς Ἴωσι, καὶ εἰς Σάρδεις ἐστρατεύσαντο· καὶ εἷλον τὰ περὶ Σάρδεις ἅπαντα, | |
5 | χωρὶς τοῦ τείχους τοῦ βασιληΐου· ταῦτα δὲ ποιήσαντες ἐπαναχωροῦσι εἰς Μίλητον.» | |
3 | Athenaeus IX: Χάρων δ’ ὁ Λαμψακηνὸς, ἐν τοῖς Περσικοῖς, περὶ Μαρδονίου ἱστορῶν, καὶ τοῦ διαφθαρέντος στρατοῦ Περσικοῦ περὶ τὸν Ἄθω, | |
5 | γράφει καὶ ταῦτα· «Καὶ λευκαὶ περιστεραὶ τότε πρῶ‐ τον εἰς Ἕλληνας ἐφάνησαν, πρότερον οὐ γιγνόμε‐ ναι.» | |
4 | Tertullian.: «Hoc etiam Charon Lampsacenus, Herodoto prior, tradit.» | |
t5 | ΕΛΛΗΝΙΚΑ. | |
5 | Pausanias X, 38: Τὰ δὲ ἔπη τὰ Ναυπάκτια ὀνομαζόμενα ὑπὸ Ἑλλήνων ἀν‐ δρὶ ἐσποιοῦσιν οἱ πολλοὶ Μιλησίῳ· Χάρων δὲ ὁ Πύθεώ φησιν αὐτὰ ποιῆσαι Ναυπάκτιον Καρκίνον· ἑπόμεθα | |
5 | δὲ καὶ ἡμεῖς τῇ τοῦ Λαμψακηνοῦ δόξῃ· τίνα γὰρ καὶ λόγον ἔχοι ἂν ἔπεσιν ἀνδρὸς Μιλησίου πεποιημένοις ἐς | |
γυναῖκας, τεθῆναί σφισιν ὄνομα Ναυπάκτια; | 32 | |
t6-7 | ΠΕΡΙ ΛΑΜΨΑΚΟΥ. | |
6 | Plutarchus: Ἐκ Φωκαίας τοῦ Κοδριδῶν γένους ἦσαν ἀδελφοὶ δίδυμοι Φόβος καὶ Βλέψος· ὧν ὁ Φόβος ἀπὸ τῶν Λευκάδων πετρῶν πρῶτος ἀφῆκεν ἑαυτὸν εἰς θάλασσαν, ὡς Χάρων ὁ Λαμψακη‐ | |
5 | νὸς ἱστόρηκεν. Ἔχων δὲ δύναμιν καὶ βασιλικὸν ἀξίωμα, παρέπλευσεν εἰς Πάριον ἰδίων ἕνεκα πραγμάτων· καὶ γενόμενος φίλος καὶ ξένος Μάνδρωνι βασιλεύοντι Βε‐ βρύκων τῶν Πιτυοεσσηνῶν προσαγορευομένων, ἐβοή‐ θησε καὶ συνεπολέμησεν αὐτοῖς ὑπὸ τῶν προσοίκων | |
10 | ἐνοχλουμένοις. Ὁ δὲ Μάνδρων ἄλλην τε πολλὴν ἐνε‐ δείξατο τῷ Φόβῳ φιλοφροσύνην ἀποπλέοντι καὶ μέρος τῆς τε χώρας καὶ τῆς πόλεως ὑπισχνεῖτο δώσειν, εἰ βούλοιτο Φωκαεῖς ἔχων ἐποίκους εἰς τὴν Πιτυόεσσαν ἀφικέσθαι. Πείσας οὖν τοὺς πολίτας ὁ Φόβος ἐξέπεμψε | |
15 | τὸν ἀδελφὸν ἄγοντα τοὺς ἐποίκους. Καὶ τὰ μὲν παρὰ τοῦ Μάνδρωνος ὑπῆρχεν αὐτοῖς ὥσπερ προσεδόκησαν· ὠφελείας δὲ μεγάλας καὶ λάφυρα καὶ λείας ἀπὸ τῶν προσοίκων βαρβάρων λαμβάνοντες, ἐπίφθονοι τὸ πρῶ‐ τον, εἶτα καὶ φοβεροὶ τοῖς Βέβρυξιν ἦσαν. Ἐπιθυμοῦν‐ | |
20 | τες οὖν αὐτῶν ἀπαλλαγῆναι, τὸν μὲν Μάνδρωνα χρηστὸν ὄντα καὶ δίκαιον ἄνδρα περὶ τοὺς Ἕλληνας οὐκ ἔπεισαν· ἀποδημήσαντος δὲ ἐκείνου, παρεσκευά‐ ζοντο τοὺς Φωκαεῖς δόλῳ διαφθεῖραι. Τοῦ δὲ Μάνδρω‐ νος ἡ θυγάτηρ Λαμψάκη, παρθένος οὖσα, τὴν ἐπι‐ | |
25 | βουλὴν προέγνω, καὶ πρῶτον μὲν ἐπεχείρει τοὺς φίλους καὶ οἰκείους ἀποτρέπειν, καὶ διδάσκειν ὡς ἔργον δεινὸν καὶ ἀσεβὲς ἐγχειροῦσι πράττειν, εὐεργέτας καὶ συμ‐ μάχους ἄνδρας, νῦν δὲ καὶ πολίτας, ἀποκτιννύντες. Ὡς δὲ οὐκ ἔπειθε, τοῖς Ἕλλησι ἔφρασε κρύφα τὰ πραττό‐ | |
30 | μενα, καὶ παρεκελεύσατο φυλάττεσθαι. Οἱ δὲ, θυσίαν τινὰ παρασκευασάμενοι καὶ θοίνην, ἐξεκαλέσαντο τοὺς Πιτυοεσσηνοὺς εἰς τὸ προάστειον· αὑτοὺς δὲ διελόντες δίχα, τοῖς μὲν τὰ τείχη κατελάβοντο, τοῖς δὲ τοὺς ἀνθρώπους ἀνεῖλον. Οὕτω δὴ τὴν πόλιν κατασχόντες, | |
35 | τόν τε Μάνδρωνα μετεπέμποντο συμβασιλεύειν τοῖς παρ’ αὐτῶν κελεύοντες· καὶ τὴν Λαμψάκην ἐξ ἀῤῥω‐ στίας ἀποθανοῦσαν, ἔθαψαν ἐν τῇ πόλει μεγαλοπρεπῶς, καὶ τὴν πόλιν ἀπ’ αὐτῆς Λάμψακον προσηγόρευσαν. Ἐπεὶ δὲ ὁ Μάνδρων, προδοσίας ὑποψίαν φεύγων, τὸ | |
40 | μὲν οἰκεῖν μετ’ αὐτῶν παρῃτήσατο, παῖδας δὲ τῶν τεθνηκότων καὶ γυναῖκας ἠξίωσε κομίσασθαι· καὶ ταῦτα προθύμως οὐδὲν ἀδικήσαντες ἐξέπεμψαν, καὶ τῇ Λαμ‐ ψάκῃ πρότερον ἡρωϊκὰς τιμὰς ἀποδιδόντες, ὕστερον ὡς θεῷ θύειν ἐψηφίσαντο· καὶ διατελοῦσιν οὕτω θύοντες. | |
7 | Schol. Apollon. II, 2: Χάρων δὲ φησὶ καὶ τὴν Λαμψακηνῶν χώραν πρότερον Βεβρυκίαν καλεῖσθαι ἀπὸ τῶν κατοικησάντων αὐτὴν Βεβρύκων, τὸ δὲ γένος | |
αὐτῶν ἠφάνισται διὰ τοὺς γενομένους πολέμους. | 33 | |
t8a-11 | ΟΡΟΙ ΛΑΜΨΑΚΗΝΩΝ. | |
8a | Phot. Lex.: Κύβηβος, ὁ κατεχόμενος τῇ μητρὶ τῶν θεῶν, θεοφόρητος. Χάρων δὲ ὁ Λαμψακηνὸς ἐν τῇ πρώτῃ τὴν Ἀφροδίτην ὑπὸ Φρυγῶν καὶ Λυδῶν Κυ‐ βήβην λέγεσθαι (sc. φησίν). | |
8b | Idem ib.: Ὀστακός, οἱ δὲ ἀστακός· καρά‐ βου εἶδος· καὶ τὴν πόλιν τὴν Ἄστακον, Ὄστακον Ἴω‐ νες. Παρ’ ὃ Χάρων· «Ὄστακος ἐκτίσθη ὑπὸ Χαλκηδονίων.» | |
8c | Strabo XIII: Χάρων δ’ ὁ Λαμψακηνὸς τριακοσίους ἄλλους ἀφαι‐ ρεῖ σταδίους, ἀπὸ Πρακτίου ἀρχόμενος· τοσοῦτοι γάρ εἰσιν ἀπὸ Παρίου εἰς Πράκτιον· ἕως μέντοι Ἀτρα‐ | |
5 | μυττίου πρόεισι. | |
9 | Athenaeus XII: Τὰ ὅμοια ἱστόρησε καὶ περὶ Καρδιανῶν ὁ Λαμψακηνὸς Χάρων ἐν δευτέρῳ Ὥρων γράφων οὕτως· «Βισάλται εἰς Καρδίην ἐστρα‐ | |
5 | τεύσαντο καὶ ἐνίκησαν· ἡγεμὼν δὲ τῶν Βισαλτέων ἦν Ὄναρις· οὗτος δὲ, παῖς ὢν, ἐν τῇ Καρδίῃ ἐπράθη, καί τινι Καρδιηνῷ δουλεύσας, κορσωτεὺς ἐγένετο. Καρδιηνοῖς δὲ λόγιον ἦν, ὡς Βισάλται ἀπίξονται ἐπ’ αὐτούς· καὶ πυκνὰ περὶ τούτου διελέγοντο ἐν τῷ κορ‐ | |
10 | σωτηρίῳ ἱζάνοντες· καὶ ἀποδρὰς ἐκ τῆς Καρδίης εἰς τὴν πατρίδα, τοὺς Βισάλτας ἔστειλεν ἐπὶ τοὺς Καρδιη‐ νοὺς, ἀποδειχθεὶς ἡγεμὼν ὑπὸ τῶν Βισαλτέων. Οἱ δὲ Καρδιηνοὶ πάντες τοὺς ἵππους ἐδίδαξαν ἐν τοῖς συμ‐ ποσίοις ὀρχεῖσθαι ὑπὸ τῶν αὐλῶν· καὶ ἐπὶ τῶν ὀπι‐ | |
15 | σθίων ποδῶν ἱστάμενοι, τοῖς προσθίοις ὠρχοῦντο ἐξ‐ επιστάμενοι τὰ αὐλήματα. Ταῦτα οὖν ἐπιστάμενος Ὄναρις ἐκτήσατο ἐκ τῆς Καρδίης αὐλητρίδα· καὶ ἀφι‐ κομένη ἡ αὐλητρὶς εἰς τοὺς Βισάλτας, ἐδίδαξε πολ‐ λοὺς αὐλητάς· μεθ’ ὧν δὴ καὶ στρατεύεται ἐπὶ τὴν | |
20 | Καρδίην. Καὶ ἐπειδὴ ἡ μάχη συνειστήκει, ἐκέλευσεν αὐλεῖν τὰ αὐλήματα, ὅσα οἱ ἵπποι τῶν Καρδιηνῶν ἐξ‐ επισταίατο· καὶ ἐπεὶ ἤκουσαν οἱ ἵπποι τοῦ αὐλοῦ, ἔστησαν ἐπὶ τῶν ὀπισθίων ποδῶν, καὶ πρὸς ὀρχησμὸν ἐτράποντο· τῶν δὲ Καρδιηνῶν ἡ ἰσχὺς ἐν τῇ ἵππῳ ἦν· | |
25 | καὶ οὕτως ἐνικήθησαν.» | |
10 | Polyaen. Strat. VI, 24: Λαμψακηνοὶ καὶ Παρια‐ νοὶ, περὶ γῆς ὁρίων ἀμφισβητοῦντες, συνέθεντο, ἡνίκα ὄρνιθες ᾄσωσι πρῶτοι, πέμψειν ἄνδρας ἐξ ἑκατέρας πόλεως ἐς ἀλλήλους· ὅπου δ’ ἂν οἱ πεμφθέντες ἀπαν‐ | |
5 | τήσωσιν, τοῦτον ἀμφοτέροις ὅρον τῆς γῆς γενέσθαι. Ἐπειδὴ ταῦτα ἔδοξεν, οἱ Λαμψακηνοὶ τῶν ἐν τοῖς τόποις θαλασσουργῶν ἔπεισαν τινὰς, ὅταν ἴδωσι τοὺς Παριανοὺς παριόντας, ἰχθῦς ἀφθόνως ἐπιβάλλειν τῷ πυρὶ, καὶ οἶνον πολὺν ἐπισπένδειν ὡς Ποσειδῶνι θύον‐ | |
10 | τας, καὶ παρακαλεῖν αὐτοὺς μετ’ εὐφημίας τιμῆσαι τὸν θεὸν, σπονδῶν κοινωνήσοντας· οἱ μὲν ἁλιεῖς ***. | |
13 | Οἱ δὲ πεισθέντες τοῖς ἁλιεῦσι συνήσθιον καὶ συνέπινον τὸ σπουδαῖον τῆς πορείας ἀνέντες. Λαμ‐ | |
15 | ψακηνοὶ δὲ συντείναντες ἐπὶ τὸ Ἑρμαῖον φθάσαντες ἦλθον· τοῦτο δὲ Παρίου μὲν ἀπέχει στάδια οʹ, Λαμ‐ ψάκου δὲ σʹ· τοσαύτην γῆν ἀπέτεμον τῇ τέχνῃ Λαμ‐ ψακηνοὶ Παριανῶν, μεθόριον συστησάμενοι τὸ Ἑρ‐ | |
μαῖον. | 34 | |
11 | Athenaeus XI,: Χάρων δ’ ὁ Λαμψακηνὸς ἐν τοῖς Ὥροις παρὰ Λακεδαιμονίοις φη‐ σὶν ἔτι καὶ εἰς αὐτὸν δείκνυσθαι τὸ δέπας τὸ δοθὲν Ἀλκμήνῃ ὑπὸ Διὸς, ὅτε Ἀμφιτρύωνι εἰκάσθη. | |
t12-13 | ΚΤΙΣΕΙΣ. | |
12 | Schol. Apollon. Rh. II, 477 Χάρων ... ὁ Λαμψακηνὸς ἱστορεῖ ὡς Ῥοῖκος, δρῦν θεασά‐ μενος ἤδη μέλλουσαν ἐπὶ γῆν καταφέρεσθαι, προσ‐ | |
5 | έταξε τοῖς παισὶν αὐτὴν ὑποστηρίξαι· ἡ δὲ μέλ‐ λουσα συμφθείρεσθαι τῇ δρυῒ νύμφη, ἐπιστᾶσα τῷ Ῥοίκῳ, χάριν μὲν εἰδέναι ἔφασκεν ὑπὲρ τῆς σωτηρίας, ἐπέτρεπε δὲ αἰτήσασθαι ὅ τι βούλοιτο· ὡς δὲ ἐκεῖνος ἠξίου συγγενέσθαι αὐτῇ, ἐπιζήμιον μὲν ἔλεγεν εἶναι | |
10 | τοῦτο, φυ‐ λάττεσθαι δὲ ὅμως ἑτέρας γυναικὸς ὁμιλίαν. Ἔσχον δὲ μεταξὺ αὐτῶν ἄγγελον μέλισσαν. Καί ποτε πεττεύοντος αὐτοῦ περιίπταται ἡ μέλισσα· πικρότερον δέ τι ἀποφθεγξάμενος, εἰς | |
15 | ὀργὴν ἔτρεψε τὴν νύμφην, ὥστε πηρωθῆναι. | |
13 | Tzetzes ad Lycophr. v. 480: Ἀρκὰς ὁ Διὸς ἢ Ἀπόλλωνος παῖς, καὶ Καλλιστοῦς τῆς Λυκάονος θυ‐ γατρὸς, ὥς φησι Χάρων ὁ Λαμψακηνὸς, κυνηγῶν ἐνέτυχε τινὶ τῶν Ἁμαδρυάδων νυμφῶν, κινδυνευούσῃ | |
5 | καὶ μελλούσῃ φθαρῆναι ὑπὸ χειμάῤῥου τοῦ ποταμοῦ ἐν τῇ δρυῒ, ἐν ᾗ γεγονυῖα ἦν ἡ νύμφη, καὶ ἀνέτρεψε τὸν ποταμὸν, καὶ τὴν γῆν χώματι ὠχύρωσεν· ἡ δὲ νύμφη Προσοπέλεια τὴν κλῆσιν, κατ’ Εὔμηλον, συνελ‐ θοῦσα αὐτῷ γεννᾷ Ἔλατον καὶ Ἀφείδαντα, ἐξ ὧν εἰ‐ | |
10 | σὶν οἱ Ἀρκάδες, ὥς φησι καὶ Ἀπολλώνιος. | 35 |